Ἀλέξανδρος δὲ ὡς ἐς Γόρδιον παρῆλθε, πόθος λαμβάνει αὐτὸν τὴν ἅμαξαν ἰδεῖν τὴν Γορδίου καὶ τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν. Πρὸς δὲ δὴ ἄλλοις καὶ τόδε περὶ τῆς ἁμάξης ἐμυθεύετο, ὅστις λύσειε τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν, τοῦτον χρῆναι ἄρξαι τῆς Ἀσίας. Ἦν δὲ ὁ δεσμὸς ἐκ φλοιοῦ κρανίας καὶ τούτου οὔτε τέλος οὔτε ἀρχὴ ἐφαίνετο. Ἀλέξανδρος δὲ ὡς ἀπόρως μὲν εἶχεν ἐξευρεῖν λύσιν τοῦ δεσμοῦ, ἄλυτον δὲ περιιδεῖν οὐκ ἤθελε, μή τινα καὶ τοῦτο ἐς τοὺς πολλοὺς κίνησιν ἐργάσηται, παίσας τῷ ξίφει διέκοψε τὸν δεσμὸν καὶ λελύσθαι ἔφη. Ἀπηλλάγη δ’ οὖν ἀπὸ τῆς ἁμάξης αὐτός τε καὶ οἱ ἀμφ᾿ αὐτὸν ὡς τοῦ λογίου τοῦ ἐπὶ τῇ λύσει τοῦ δεσμοῦ ξυμβεβηκότος. Καὶ γὰρ καὶ τῆς νυκτὸς ἐκείνης βρονταί τε καὶ σέλας ἐξ οὐρανοῦ ἐπεσήμηναν· καὶ ἐπὶ τούτοις ἔθυε τῇ ὑστεραίᾳ Ἀλέξανδρος τοῖς φήνασι θεοῖς τά τε σημεῖα καὶ τοῦ δεσμοῦ τὴν λύσιν.
Ἀρριανός, Ἀλεξάνδρου Ἀνάβασις 2.3.1-8 (διασκευή)
ΑΣΚΗΣΕΙΣ
1)
Γιατί θέλησε ο Αλέξανδρος να λύσει τον γόρδιο δεσμό;
(ΜΟΝ.2)
2)
Ποιες δυσκολίες παρουσίαζε το εγχείρημα του Αλεξάνδρου
και πώς τις ξεπέρασε ο νεαρός βασιλιάς; (ΜΟΝ.4)
3) Πώς αποδεικνύεται από το κείμενο η πίστη του Αλεξάνδρου στα θεϊκά σημάδια και στους χρησμούς; (ΜΟΝ.2)