Με την επιστολή του αυτή ο Ιουλιανός προσπαθεί να απαγορεύσει σε όσους δεν πιστεύουν στην Ελληνική κοσμοθέαση να ασχολούνται με τους Έλληνας σοφούς και μύστες. Η επιστολή έχει ουσία: η Ελληνική κοσμοθέαση έχει δυναμική όχι μόνο σκέψης αλλά και πορείας, άρα όποιος δεν την ακολουθεί λόγοις και έργοις δεν μπορεί να διδάσκει τους Έλληνας μύστες. Όπως αναφέρει ο Έλλην Αυτοκράτωρ: ας ασχοληθούν με το Ματθαίο και το Λουκά. Παραδίδουμε μέρος της επιστολής σε δική μας μετάφραση.
"Εἰ μὲν οὖν ἀληθὲς ἢ μή, τοῦτο ἀφείσθω νῦν· ἐπαινῶν δὲ αὐτοὺς οὕτως ἐπαγγελμάτων καλῶν ὀρεγομένους, ἐπαινέσαιμ' ἂν ἔτι πλέον, εἰ μὴ ψεύδοιντο, μηδ' ἐξελέγχοιεν αὑτοὺς ἕτερα μὲν φρονοῦντας, διδάσκοντας δὲ τοὺς πλησιάζοντας ἕτερα. Τί οὖν; Ὁμήρῳ μέντοι καὶ Ἡσιόδῳ καὶ Δημοσθένει [μέντοι] καὶ Ἡροδότῳ καὶ Θουκυδίδῃ καὶ Ἰσοκράτει καὶ Λυσίᾳ θεοὶ πάσης ἡγοῦνται παιδείας· οὐχ οἱ μὲν Ἑρμοῦ σφᾶς ἱερούς, οἱ δὲ Μουσῶν ἐνόμιζον; Ἄτοπον μὲν οἶμαι τοὺς ἐξηγουμένους τὰ τούτων ἀτιμάζειν τοὺς ὑπ' αὐτῶν τιμηθέντας θεούς· οὐ μὴν ἐπειδὴ τοῦτο ἄτοπον οἶμαι, φημὶ δεῖν αὐτοὺς μεταθεμένους τοῖς νέοις συνεῖναι· δίδωμι δὲ αἵρεσιν μὴ διδάσκειν ἃ μὴ νομίζουσι σπουδαῖα, βουλομένους <δέ>; διδάσκειν ἔργῳ πρῶτον, καὶ πείθειν τοὺς μαθητὰς ὡς οὔτε Ὅμηρος οὔτε Ἡσίοδος οὔτε τούτων οὓς ἐξήγηνται *** καὶ κατεγνωκότες ἀσέβειαν ἄνοιάν τε καὶ πλάνην εἰς τοὺς θεούς. Ἐπεὶ δ' ἐξ ὧν ἐκεῖνοι γεγράφασι παρατρέφονται μισθαρνοῦντες, εἶναι ὁμολογοῦσιν αἰσχροκερδέστατοι καὶ δραχμῶν ὀλίγων ἕνεκα πάντα ὑπομένειν.
Ἕως μὲν οὖν τούτου πολλὰ ἦν τὰ αἴτια τοῦ μὴ φοιτᾶν εἰς τὰ ἱερά, καὶ ὁ πανταχόθεν ἐπικρεμάμενος φόβος ἐδίδου συγγνώμην ἀποκρύπτεσθαι τὰς ἀληθεστάτας ὑπὲρ τῶν θεῶν δόξας· ἐπειδὴ δὲ ἡμῖν οἱ θεοὶ τὴν ἐλευθερίαν ἔδοσαν, ἄτοπον εἶναί μοι φαίνεται διδάσκειν ἐκεῖνα τοὺς ἀνθρώπους, ὅσα μὴ νομίζουσιν εὖ ἔχειν. Ἀλλ' εἰ μὲν οἴονται σοφοὺς ὧν εἰσιν ἐξηγηταὶ καὶ ὧν ὥσπερ προφῆται κάθηνται, ζηλούτωσαν αὐτῶν πρῶτον τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν· εἰ δὲ εἰς τοὺς τιμιωτάτους ὑπολαμβάνουσι πεπλανῆσθαι, βαδιζόντων εἰς τὰς τῶν Γαλιλαίων ἐκκλησίας, ἐξηγησόμενοι Ματθαῖον καὶ Λουκᾶν

